Επιστήμες και Τεχνολογία
«Στήλη της Ροζέττας». Το «κλειδί» ενός πολιτισμού.

«Στήλη της Ροζέττας». Το «κλειδί» ενός πολιτισμού.

Η στήλη της Ροζέτας ανακαλύφθηκε το 1799 στο Δέλτα του Νείλου κατά τη διάρκεια της εκστρατείας του Ναπολέοντα στην Αίγυπτο. Προέρχεται από έναν ναό αφιερωμένο στον Πτολεμαίου Ε’ τον «Επιφανή», ενώ πάνω της είναι χαραγμένο το κείμενο ενός «διατάγματος» του 196 π.Χ. γραμμένο στα ιερογλυφικά, στη λαϊκή γραφή της Αιγύπτου και τα ελληνικά. Η χρήση τριών γλωσσών στο ίδιο κείμενο επέτρεψε την αποκρυπτογράφηση της Αιγυπτιακής Ιερογλυφικής γραφής.

Η σημασία της ανακάλυψης.

Το όνομά της προέρχεται από την πόλη Ρασίντ (Rachid), η οποια αργότερα «εκγαλλίστηκε» σε Ροζέτα (Rosette), της «Κάτω Αιγύπτου», στο βορειοδυτικό τμήμα του Δέλτα του Νείλου. Βορειότερα της πόλης, γύρω από το οχυρό «Φορτ Ζυλιέν», ο Γάλλος αξιωματικός Πιέρ Φρανσουά Ξαβιέ Μπουσάρ, που υπηρετούσε στο στράτευμα του Ναπολέοντα, ανακάλυψε τη στήλη τελείως τυχαία το 1799. Μελετώντας την όμως κατάλαβε την αξία της, καθώς έως τότε κανείς δεν είχε καταφέρει να αποκρυπτογραφήσει τα αιγυπτιακά ιερογλυφικά.

Η ανακάλυψη της τρίγλωσσης στήλης αποδείχθηκε θεμελιώδους σημασίας. Ο σπουδαίος Γάλλος μελετητής Ζαν-Φρανσουά Σαμπολιόν, από τους πιο διακεκριμένους γλωσσολόγους της εποχής, κατάφερε, με βάση τα ονόματα των βασιλέων Πτολεμαίου και Αρσινόης που αναφέρονται στην στήλη, να βρει το κλειδί για να αποκρυπτογραφήσει τα αιγυπτιακά ιερογλυφικά. Αυτή η ανεκτίμητης αξίας ανακάλυψη ήταν καθοριστική για την εξέλιξη της επιστήμης της Αιγυπτιολογίας. Το σύστημα που χρησιμοποίησε ο Σαμπολιόν για να αποκρυπτογραφήσει το κείμενο της στήλης, η οποία φυλάσσεται σήμερα στο Βρετανικό Μουσείο του Λονδίνου, αποτελεί σημαντικό οδηγό για όσους ενδιαφέρονται για τη μελέτη των αρχαίων συστημάτων γραφής.

Εικόνα: Ο φιλόσοφος και γλωσσολόγος Ζαν Φρανσουά Σαμπολιόν. Ο πίνακας ειναι έργο του Λεών Κογκνιέτ (Léon Cogniet).

Ωστόσο θα πρέπει σε αυτό το σημείο να επισημανθεί πως η στήλη της Ροζέτας είναι μια αρχαιότητα η οποια ανήκει στην ίδια κατηγορία με τα γλυπτά του Παρθενώνα, γεγονός το οποίο έχει οδηγήσει την Αιγυπτιακή κυβέρνηση να ζητήσει από την Μεγάλη Βρετανία να επιστρέψει τη στήλη της Ροζέτας στην Αίγυπτο, ωστόσο το αίτημα αυτό δεν έχει ικανοποιηθεί ακόμα, αφήνοντας την αρχαιότητα αιχμάλωτη στο Λονδίνο. Το αίτημα της Αιγυπτιακής κυβέρνησης επαναλήφθηκε ξανά στις 6 Νοεμβρίου 2018, αλλά η απάντηση παρέμεινε η ίδια.

Το πλήρες κείμενο της στήλης στα αρχαία ελληνικά.

ΒΑΣΙΛΕΥΟΝΤΟΣ ΤΟΥ ΝΕΟΥ ΚΑΙ ΠΑΡΑΛΑΒΟΝΤΟΣ ΤΗΝ ΒΑΣΙΛΕΙΑΝ ΠΑΡΑ ΤΟΥ ΠΑΤΡΟΣ ΚΥΡΙΟΥ ΒΑΣΙΛΕΙΩΝ ΜΕΓΑΛΟΔΟΞΟΥ ΤΟΥ ΤΗΝ ΑΙΓΥΠΤΟΝ ΚΑΤΑΣΤΗΣΑΜΕΝΟΥ ΚΑΙ ΤΑ ΠΡΟΣ ΤΟΥΣ ΘΕΟΥΣ ΕΥΣΕΒΟΥΣ ΑΝΤΙΠΑΛΩΝ ΥΠΕΡΤΕΡΟΥ ΤΟΥ ΤΟΝ ΒΙΟΝ ΤΩΝ ΑΝΘΡΩΠΩΝ ΕΠΑΝΟΡΘΟΣΑΝΤΟΣ ΚΥΡΙΟΥ ΤΡΙΑΚΟΝΤΑΕΤΗΡΙΔΩΝ ΚΑΘΑΠΕΡ Ο ΗΦΑΙΣΤΟΣ Ο ΜΕΓΑΣ ΒΑΣΙΛΕΥΣ ΚΑΘΑΠΕΡ Ο ΗΛΙΟΣ ΜΕΓΑΣ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΤΕ ΑΝΩ ΚΑΙ ΤΩΝ ΚΑΤΩΝ ΧΩΡΩΝ ΕΚΓΟΝΟΥ ΘΕΩΝ ΦΙΛΟΠΑΤΟΡΩΝ ΟΝ Ο ΗΦΑΙΣΤΟΣ ΕΔΟΚΙΜΑΣΕΝ ΩΙ Ο ΗΛΙΟΣ ΕΔΩΚΕΝ ΤΗΝ ΝΙΚΗΝ ΕΙΚΟΝΟΣ ΖΩΣΗΣ ΤΟΥ ΔΙΟΣ ΥΙΟΥ ΤΟΥ ΚΑΙ ΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΑΙΩΝΟΒΙΟΥ ΗΓΑΠΗΜΕΝΟΥ ΥΠΟ ΤΟΥ ΦΘΑ ΕΤΟΥΣ ΕΝΑΤΟΥ ΕΦ ΙΕΡΕΩΣ ΑΕΤΟΥ ΤΟΥ ΑΕΤΟΥ ΑΛΕΞΑΝΔΡΟΥ ΚΑΙ ΘΕΩΝ ΣΩΤΗΡΩΝ ΚΑΙ ΘΕΩΝ ΑΔΕΛΦΩΝ ΚΑΙ ΘΕΩΝ ΕΥΕΡΓΕΤΩΝ ΚΑΙ ΘΕΩΝ ΦΙΛΟΠΑΤΟΡΩΝ ΚΑΙ ΘΕΟΥ ΕΠΙΦΑΝΟΥΣ ΕΥΧΑΡΙΣΤΟΥ ΑΘΛΟΦΟΡΟΥ ΒΕΡΕΝΙΚΗΣ ΕΥΕΡΓΕΤΙΔΟΣ ΠΥΡΡΑΣ ΤΗΣ ΦΙΛΙΝΟΥ ΚΑΝΗΦΟΡΟΥ ΑΡΣΙΝΟΗΣ ΦΙΛΑΔΕΛΦΟΥ ΑΡΕΙΑΣ ΤΗΣ ΔΙΟΓΕΝΟΥΣ ΙΕΡΕΙΑΣ ΑΡΣΙΝΟΗΣ ΦΙΛΟΠΑΤΟΡΟΣ ΕΙΡΗΝΗΣ ΤΗΣ ΠΤΟΛΕΜΑΙΟΥ ΜΗΝΟΣ ΞΑΝΔΙΚΟΥ ΤΕΤΡΑΔΙ ΑΙΓΥΠΤΙΩΝ ΔΕ ΜΕΧΕΙΡ ΟΚΤΩ ΚΑΙ ΔΕΚΑΤΗΙ ΨΗΦΙΣΜΑ ΟΙ ΑΡΧΙΕΡΕΙΣ ΚΑΙ ΠΡΟΦΗΤΑΙ ΚΑΙ ΟΙ ΕΙΣ ΤΟ ΑΔΥΤΟΝ ΕΙΞΠΟΡΕΥΟΜΕΝ ΟΙ ΠΡΟΣ ΤΟΝ ΣΤΟΛΙΣΜΟΝ ΤΩΝ ΘΕΩΝ ΚΑΙ ΠΤΕΡΟΦΟΡΑΙ ΚΑΙ ΙΕΡΟΓΡΑΜΜΑΤΕΙΣ ΚΑΙ ΟΙ ΑΛΛΟΙ ΙΕΡΕΙΣ ΠΑΝΤΕΣ ΟΙ ΑΠΑΝΤΗΣΑΝΤΕΣ ΕΚ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΧΩΡΑΝ ΙΕΡΩΝ ΕΙΣ ΜΕΜΦΙΝ ΤΩΙ ΒΑΣΙΛΕΙ ΠΡΟΣ ΤΗΝ ΠΑΝΗΓΥΡΙΝ ΤΗΣ ΠΑΡΑΛΗΨΕΩΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΤΗΣ ΠΤΟΛΕΜΑΙΟΥ ΑΙΩΝΟΒΙΟΥ ΗΓΑΠΗΜΕΝΟΥ ΥΠΟ ΤΟΥ ΦΘΑ ΘΕΟΥ ΕΠΙΦΑΝΟΥΣ ΕΥΧΑΡΙΣΤΟΥ ΗΝ ΠΑΡΕΛΑΒΕΝ ΠΑΡΑ ΤΟΥ ΠΑΤΡΟΣ ΑΥΤΟΥ ΣΥΝΑΧΘΕΝΤΕΣ ΕΝ ΤΩΙ ΕΝ ΜΕΜΦΕΙ ΙΕΡΩΙ ΤΗΙ ΗΜΕΡΑΙ ΤΑΥΤΗΙ ΕΙΠΑΝ ΕΠΕΙΔΗ ΒΑΣΙΛΕΥΣ ΠΤΟΛΕΜΑΙΟΣ ΑΙΩΝΟΒΙΟΣ ΗΓΑΠΗΜΕΝΟΣ ΥΠΟ ΤΟΥ ΦΘΑ ΘΕΟΣ ΕΠΙΦΑΝΗΣ ΕΥΧΑΡΙΣΤΟΣ Ο ΕΚ ΒΑΣΙΛΕΩΣ ΠΤΟΛΕΜΑΙΟΥ ΚΑΙ ΒΑΣΙΛΙΣΣΗΣ ΑΡΣΙΝΟΗΣ ΘΕΩΝ ΦΙΛΟΠΑΤΟΡΩΝ ΚΑΤΑ ΠΟΛΛΑ ΕΥΕΡΓΕΤΗΚΕΝ ΤΑ Θ ΙΕΡΑ ΚΑΙ ΤΟΥΣ ΕΝ ΑΥΤΟΙΣ ΟΝΤΑΣ ΚΑΙ ΤΟΥΣ ΥΠΟ ΤΗΝ ΕΑΥΤΟΥ ΒΑΣΙΛΕΙΑΝ ΤΑΣΣΟΜΕΝΟΥΣ ΑΠΑΝΤΑΣ ΥΠΑΡΧΩΝ ΘΕΟΣ ΕΚ ΘΕΟΥ ΚΑΙ ΘΕΑΣ ΚΑΘΑΠΕΡ ΩΡΟΣ Ο ΤΗΣ ΙΣΙΟΣ ΚΑΙ ΟΣΙΡΙΟΣ ΥΙΟΣ Ο ΕΠΑΜΥΝΑΣ ΤΩΙ ΠΑΤΡΙ ΚΑΙ ΑΥΤΟΥ ΟΣΙΡΕΙ ΤΑ ΠΡΟΣ ΘΕΟΥΣ ΕΥΕΡΓΕΤΙΚΩΣ ΔΙΑΚΕΙΜΕΝΟΣ ΑΝΑΤΕΘΕΙΚΕΝ ΕΙΣ ΤΑ ΙΕΡΑ ΑΡΓΥΡΙΚΑΣ ΤΕ ΚΑΙ ΣΙΤΙΚΑΣ ΠΡΟΣΟΔΟΥΣ ΚΑΙ ΔΑΠΑΝΑΣ ΠΟΛΛΑΣ ΥΠΟΜΕΜΕΝΗΚΕΝ ΕΝΕΚΑ ΤΟΥ ΤΗΝ ΑΙΓΥΠΤΟΝ ΕΙΣ ΕΥΔΙΑΝ ΑΓΑΓΕΙΝ ΚΑΙ ΤΑ ΙΕΡΑ ΚΑΤΑΣΤΗΣΘΑΙ ΤΑΙΣ ΤΕ ΕΑΥΤΟΥ

Εικόνα: Το διάταγμα που ειναι γραμμένο στη στήλη της Ροζέτας ειναι τρίγλωσσο. Επάνω στα Αιγυπτιακά Ιερογλυφικά, στη μέση στην Αιγυπτιακή καθομιλουμένη και κάτω στα Αρχαία Ελληνικά.

ΔΥΝΑΜΕΣΙΝ ΠΕΦΙΛΑΝΔΡΩΠΗΚΕ ΚΑΙ ΑΠΟ ΤΩΝ ΥΠΑΡΧΟΥΣΩΝ ΕΝ ΑΙΓΥΠΤΩΙ ΠΡΟΣΟΔΩΝ ΚΑΙ ΦΟΡΟΛΟΓΙΩΝ ΤΙΝΑΣ ΜΕΝ ΕΙΣ ΤΕΛΟΣ ΑΦΗΚΕΝ ΑΛΛΑΣ ΔΕ ΚΕΚΟΥΦΙΚΕΝ ΟΠΩΣ Ο ΤΕ ΛΑΟΣ ΚΑΙ ΟΙ ΑΛΛΟΙ ΠΑΝΤΕΣ ΕΝ ΕΥΘΗΝΙΑΙ ΩΣΙΝ ΕΠΙ ΤΗΣ ΕΑΥΤΟΥ ΒΑΣΙΛΕΙΑΣ ΤΑ ΤΕ ΒΑΣΙΛΙΚΑ ΟΦΕΙΛΗΜΑΤΑ Α ΠΡΟΣΟΦΕΙΛΟΝ ΟΙ ΕΝ ΑΙΓΥΠΤΩΙ ΚΑΙ ΟΙ ΕΝ ΤΗΙ ΛΟΙΠΗΙ ΒΑΣΙΛΕΙΑΙ ΑΥΤΟΥ ΟΝΤΑ ΠΟΛΛΑ ΤΩΙ ΠΛΗΘΕΙ ΑΦΗΚΕΝ ΚΑΙ ΤΟΥΣ ΕΝ ΤΑΙΣ ΦΥΛΑΚΑΙΣ ΑΠΗΓΜΕΝΟΥΣ ΚΑΙ ΤΟΥΣ ΕΝ ΑΙΤΙΑΙΣ ΟΝΤΑΣ ΕΚ ΠΟΛΛΟΥ ΧΡΟΝΟΥ ΑΠΕΛΥΣΕ ΤΩΝ ΕΓΚΕΚΛΗΜΕΝΩΝ ΠΡΟΣΕΤΑΞΕ ΔΕ ΚΑΙ ΤΑΣ ΠΡΟΣΟΔΟΥΣ ΤΩΝ ΙΕΡΩΝ ΚΑΙ ΤΑΣ ΔΙΔΟΜΕΝΑΣ ΕΙΣ ΑΥΤΑ ΚΑΤ ΕΝΙΑΥΤΟΝ ΣΥΝΤΑΞΕΙΣ ΣΙΤΙΚΑΣ ΤΕ ΚΑΙ ΑΡΓΥΡΙΚΑΣ ΟΜΟΙΩΣ ΔΕ ΚΑΙ ΤΑΣ ΚΑΘΗΚΟΥΣΑΣ ΑΠΟΜΟΙΡΑΣ ΤΟΙΣ ΘΕΟΙΣ ΑΠΟ ΤΕ ΤΗΣ ΑΜΠΕΛΙΤΙΔΟΣ ΓΗΣ ΚΑΙ ΤΩΝ ΠΑΡΑΔΕΙΣΩΝ ΚΑΙ ΤΩΝ ΑΛΛΩΝ ΤΩΝ ΥΠΑΡΧΑΝΤΩΝ ΤΟΙΣ ΘΕΟΙΣ ΕΠΙ ΤΟΥ ΠΑΤΡΟΣ ΑΥΤΟΥ ΜΕΝΕΙΝ ΕΠΙ ΧΩΡΑΣ ΠΡΟΣΕΤΑΞΕΝ ΔΕ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΙΕΡΕΩΝ ΟΠΩΣ ΜΗΘΕΝ ΠΛΕΙΟΝ ΔΙΔΩΣΙΝ ΕΙΣ ΤΟ ΤΕΛΕΣΤΙΚΟΝ ΟΥ[Κ] ΕΤΑΣΣΟΝΤΟ ΕΩΣ ΤΟΥ ΠΡΩΤΟΥ ΕΤΟΥΣ ΕΠΙ ΤΟΥ ΠΑΤΡΟΣ ΑΥΤΟΥ ΑΠΕΛΥΣΕΝ ΔΕ ΚΑΙ ΤΟΥΣ ΕΚ ΤΩΝ ΙΕΡΩΝ ΕΘΝΩΝ ΤΟΥ ΚΑΤ ΕΝΙΑΥΤΟΝ ΕΙΣ ΑΛΕΞΑΝΔΡΕΙΑΝ ΚΑΤΑΠΛΟΥ ΠΡΟΣΕΤΑΞΕΝ ΔΕ ΚΑΙ ΤΗΝ ΣΥΛΛΗΨΙΝ ΤΩΝ ΕΙΣ ΤΗΝ ΝΑΥΤΕΙΑΝ ΜΗ ΠΟΙΕΙΣΘΑΙ ΤΩΝ Τ ΕΙΣ ΤΟ ΒΑΣΙΛΙΚΟΝ ΣΥΝΤΕΛΟΥΜΕΝΩΝ ΕΝ ΤΟΙΣ ΙΕΡΟΙΣ ΟΘΟΝΙΩΝ ΑΠΕΛΥΣΕΝ ΤΑ ΔΥΟ ΜΕΡΗ ΤΑ ΤΕ ΕΚΛΕΛΕΙΜΜΕΝΑ ΠΑΝΤΑ ΕΝ ΤΟΙΣ ΠΡΟΤΕΡΟΝ ΧΡΟΝΟΙΣ ΑΠΟΚΑΤΕΣΤΗΣΕΝ ΕΙΣ ΤΗΝ ΚΑΘΗΚΟΥΣΑΝ ΤΑΞΙΝ ΦΡΟΝΤΙΖΩΝ ΟΠΩΣ ΤΑ ΕΙΘΙΣΜΕΝΑ ΣΥΝΤΕΛΗΤΑΙ ΤΑΣ ΘΕΟΙΣ ΚΑΤΑ ΤΟ ΠΡΟΣΗΚΩΝ ΟΜΟΙΩΣ ΔΕ ΚΑΙ ΤΟ ΔΙΚΑΙΟΝ ΠΑΣΙΝ ΑΠΕΝΕΙΜΕΝ ΚΑΘΑΠΕΡ ΕΡΜΗΣ Ο ΜΕΓΑΣ ΚΑΙ ΜΕΓΑΣ ΠΡΟΣΕΤΑΞΕΝ ΔΕ ΚΑΙ ΤΟΥΣ ΚΑΤΑΠΟΡΕΥΟΜΕΝΟΥΣ ΕΚ ΤΕ ΤΩΝ ΜΑΧΙΜΩΝ ΚΑΙ ΤΩΝ ΑΛΛΩΝ ΤΩΝ ΑΛΛΟΤΡΙΑ ΦΡΟΝΗΣΑΝΤΩΝ ΕΝ ΤΟΙΣ ΚΑΤΑ ΤΗΝ ΤΑΡΑΧΗΝ ΚΑΙΡΟΙΣ ΚΑΤΕΛΘΟΝΤΑΣ ΜΕΝΕΙΝ ΕΠΟ ΤΩΝ ΙΔΙΩΝ ΚΤΗΣΕΩΝ ΠΡΟΕΝΟΗΘΗ ΔΕ ΚΑΙ ΟΠΩΣ ΕΞΑΠΟΣΤΑΛΩΣΙΝ ΔΥΝΑΜΕΙΣ ΙΠΠΙΚΑΙ ΤΕ ΚΑΙ ΠΕΖΙΚΑΙ ΚΑΙ ΝΗΕΣ ΕΠΙ ΤΟΥΣ ΕΠΕΛΘΟΝΤΑΣ ΕΠΙ ΤΗΝ ΑΙΓΥΠΤΟΝ ΚΑΤΑ ΤΕ ΤΗΝ ΘΑΛΑΣΣΑΝ ΚΑΙ ΤΗΝ ΗΠΕΙΡΟΝ ΥΠΟΜΕΙΝΑΣ ΔΑΠΑΝΑΣ ΑΡΓΥΡΙΚΑΣ ΤΕ ΚΑΙ ΣΙΤΙΚΑΣ ΜΕΓΑΛΑΣ ΟΠΩΣ ΤΑ Θ ΙΕΡΑ ΚΑΙ ΟΙ ΕΝ ΑΥΤΗΙ ΠΑΝΤΕΣ ΕΝ ΑΣΦΑΛΕΙΑΙ ΩΣΙΝ ΠΑΡΑΓΙΝΟΜΕΝΟΣ ΔΕ ΚΑΙ ΕΙΣ ΛΥΚΩΝ ΠΟΛΙΝ ΤΗΝ ΕΝ ΤΩΙ ΒΟΥΣΙΡΙΤΗΙ Η ΗΝ ΚΑΤΕΙΛΗΜΜΕΝΗ ΚΑΙ ΩΧΥΡΩΜΕΝΗ ΠΡΟΣ ΠΟΛΙΟΡΚΙΑΝ ΟΠΛΩΝ ΤΕ ΠΑΡΑΘΕΣΕΙ ΔΑΨΙΛΕΣΤΕΡΑΙ ΚΑΙ ΤΗΙ ΑΛΛΗΙ ΧΟΡΗΓΙΑΙ ΠΑΣΗΙ ΩΣ ΑΝ ΕΚ ΠΟΛΛΟΥ ΧΡΟΝΟΥ ΣΥΝΕΣΤΗΚΥΙΑΣ ΤΗΣ ΑΛΛΟΤΡΙΟΤΗΤΟΣ ΤΟΙΣ ΕΠΙΣΥΝΑΧΘΕΙΣΙΝ ΕΙΣ ΑΥΤΗΝ ΑΣΕΒΕΣΙΝ ΟΙ ΗΣΑΝ ΕΙΣ ΤΕ ΤΑ ΙΕΡΑ ΚΑΙ ΤΟΥΣ ΕΝ ΑΙΓΥΠΤΩΙ ΚΑΤΟΙΚΟΥΝΤΑΣ ΠΟΛΛΑ ΚΑΚΑ ΣΥΝΤΕΤΕΛΕΣΜΕΝΟΙ ΚΑΙ ΑΝΤΙΚΑΘΙΣΑΣ ΧΩΜΑΣΙΝ ΤΕ ΚΑΙ ΤΑΦΡΟΙΣ ΚΑΙ ΤΕΧΕΣΙΝ ΑΥΤΗΝ ΑΞΙΟΛΟΓΟΙΣ ΠΕΡΙΕΛΑΒΕΝ ΤΟΥ ΤΕ ΝΕΙΛΟΥ ΤΗΝ ΑΝΑΒΑΣΙΝ ΜΕΓΑΛΗΝ ΠΟΙΗΣΑΜΕΝΟΥ ΕΝ ΤΩΙ ΟΓΔΟΩΙ ΕΤΕΙ ΚΑΙ ΕΙΘΙΣΜΕΝΟΥ ΚΑΤΑΚΛΥΖΕΙΝ ΤΑ ΠΕΔΙΑ ΚΑΤΕΣΧΕΝ ΕΚ ΠΟΛΛΩΝ ΤΟΠΩΝ ΟΧΥΡΩΣΑΣ ΤΑ ΣΤΟΜΑΤΑ ΤΩΝ ΠΟΤΑΜΩΝ ΧΟΡΗΓΗΣΑΣ ΕΙΣ ΑΥΤΑ ΧΡΗΜΑΤΩΝ ΠΛΗΘΟΣ ΟΥΚ ΟΛΙΓΟΝ ΚΑΙ ΚΑΤΑΣΤΗΣΑΣ ΙΠΠΕΙΣ ΤΕ ΚΑΙ ΠΕΖΟΥΣ ΠΡΟΣ ΤΗΙ ΦΥΛΑΚΗΙ ΑΥΤΩΝ ΕΝ ΟΛΙΓΩΙ ΧΡΟΝΩΙ ΤΗΝ ΤΕ ΠΟΛΙΝ ΚΑΤΑ ΚΡΑΤΟΣ ΕΙΛΕΝ ΚΑΙ ΤΟΥΣ ΕΝ ΑΥΤΗΙ ΑΣΕΒΕΙΣ ΠΑΝΤΑΣ ΔΙΕΦΘΕΙΡΕΙ ΚΑΘΑΠΕΣ ΚΑΙ ΩΡΟΣ Ο ΤΗΣ ΙΣΙΟΣ ΚΑΙ ΟΣΙΡΙΟΣ

Εικόνα: Ο αυθεντικός πίνακας που συνέταξε ο Σαμπολιόν.

ΥΙΟΣ ΕΧΕΙΡΩΣΑΝΤΟ ΤΟΥΣ ΕΝ ΤΟΙΣ ΑΥΤΟΙΣ ΤΟΠΟΙΣ ΑΠΟΣΤΑΝΤΑΣ ΠΡΟΤΕΡΟΝ ΤΟΥΣ ΑΦΗΓΗΣΑΜΕΝΟΥΣ ΤΩΝ ΑΠΟΣΤΑΝΤΩΝ ΕΠΙ ΤΟΥ ΕΑΥΤΟΥ ΠΑΤΡΟΣ ΚΑΙ ΤΗΝ ΧΩΡΑΝ ΕΝΑ[ΝΤΙΩΣ]ΑΝΤΑΣ ΚΑΙ ΤΑ ΙΕΡΑ ΑΔΙΚΗΣΑΝΤΑΣ ΠΑΡΑΓΕΝΟΜΕΝΟΣ ΕΙΣ ΜΕΜΦΙΝ ΕΠΑΜΥΝΩΝ ΤΩΙ ΠΑΤΡΙ ΚΑΙ ΤΗΙ ΕΑΥΤΟΥ ΒΑΣΙΛΕΙΑΙ ΠΑΝΤΑΣ ΕΚΟΛΑΣΕΝ ΚΑΘΗΚΟΝΤΩΣ ΚΑΘ ΟΝ ΚΑΙΡΟΝ ΠΑΡΕΓΕΝΗΘΗ ΠΡΟΣ ΤΟ ΣΥΝΤΕΛΕΣΘΗΝΑ[Ι ΚΑΙ Τ]Α ΠΡΟΣΗΚΟΝΤΑ ΝΟΜΙΜΑ ΤΗΙ ΠΑΡΑΛΗΨΕΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΑΦΗΚΕΝ ΔΕ ΚΑΙ ΤΑ ΕΝ ΤΟΙΣ ΙΕΡΟΙΣ ΟΦΕΙΛΟΜΕΝΑ ΕΙΣ ΤΟ ΒΑΣΙΛΙΚΟΝ ΕΩΣ ΤΟΥ ΟΓΔΟΟΥ ΕΤΟΥΣ ΟΝΤΑ ΕΙΣ ΣΙΤΟΥ ΤΕ ΚΑΙ ΑΡΓΥΡΙΟΥ ΠΛΗΘΟΣ ΟΥΚ ΟΛΙΓΟΝ ΩΣΑΥΤ ΚΑΙ ΤΑΣ ΤΙΜΑΣ ΤΩΝ ΜΗ ΣΥΝΤΕΤΕΛΕΣΜΕΝΩΝ ΕΙΣ ΤΟ ΒΑΣΙΛΙΚΟΝ ΒΥΣΣΙΝΩΝ ΣΘ[ …]ΩΝ ΚΑΙ ΤΩΝ ΣΥΝΤΕΤΕΛΕΣΜΕΝΩΝ ΤΑ ΠΡΟΣ ΤΟΝ ΔΕΙΓΜΑΤΙΣΜΟΝ ΔΙΑΦΟΡΑ ΕΩΣ ΤΩΝ ΑΥΤΩΝ ΧΡΟΝΩΝ ΑΠΕΛΥΣΕΝ ΔΕ ΤΑ ΙΕΡΑ ΚΑΙ ΤΗΣ Λ[ΟΓΙΖΟ]ΜΕΝΗΣ ΑΡΤΑΒΗΣ ΤΗΙ ΑΡΟΥΡΑΙ ΤΗΣ ΙΕΡΑΣ ΓΗΣ ΚΑΙ ΤΗΣ ΑΜΠΕΛΙΤΙΔΟΣ ΟΜΟΙ[ΩΣ] ΤΟ ΚΕΡΑΜΙΟΝ ΤΗΙ ΑΡΟΥΡΑΙ ΤΩΙ ΤΕ ΑΠΕΙ ΚΑΙ ΤΩΙ ΜΝΕΥΕΙ ΠΟΛΛΑ ΕΔΩΡΗΣΑΤΟ ΚΑΙ ΤΟΙΣ ΑΛΛΟΙΣ ΙΕΡΟΙΣ ΖΩΙΟΙΣ ΤΟΙΣ ΕΝ ΑΙΓΥΠΤΩΙ ΠΟΛΥ ΚΡΕΙΣΣΩΝ ΤΩΝ ΠΡΟ ΑΥΤΟΥ ΒΑΣΙΛΕΙΩΝ ΦΡΟΝΤΙΖΩΝ ΥΠΕΡ ΤΩΝ ΑΝΗΚΟΝ[ΤΩΝ] ΑΥΤΑ ΔΙΑ ΠΑΝΤΟΣ ΤΑ Τ ΕΙΣ ΤΑΣ ΤΑΦΑΣ ΑΥΤΩΝ ΚΑΘΗΚΟΝΤΑ ΔΙΔΟΥΣ ΔΑΨΙΛΩΣ ΚΑΙ ΕΝΔΟΞΩΣ ΚΑΙ ΤΑ ΤΕΛΙΣΚΟΜΕΝΑ ΕΙΣ ΤΑ ΙΔΙΑ ΙΕΡΑ ΜΕΤΑ ΘΥΣΙΩΝ ΚΑΙ ΠΑΝΗΓΥΡΕΩΝ ΚΑΙ ΤΩΝ ΑΛΛΩΝ ΤΩΝ ΝΟΜΙ[ΖΟΜΕΝΑ] ΤΑ ΤΕ ΤΙΜΙΑ ΤΩΝ ΙΕΡΩΝ ΚΑΙ ΤΗΣ ΑΙΓΥΠΤΟΥ ΔΙΑΤΕΤΗΡΗΚΕΝ ΕΠΙ ΧΩΡΑΣ ΑΠΟΚΟΛΟΥΘΟΣ ΤΟΙΣ ΝΟΜΟΙΣ ΚΑΙ ΤΟ ΑΠΙΕΙΟΝ ΕΡΓΟΙΣ ΠΟΛΥΤΕΛΕΣΙΝ ΚΑΤΕΣΚΕΘΑΣΕΝ ΧΟΡΗΓΗΣΑΣ ΕΙΣ ΑΥΤΟ ΧΡΥΣΙΟΥ ΤΕ ΚΟΥ ΚΑΙ ΛΙΘΩΝ ΠΟΛΥΤΕΛΩΝ ΠΛΗΘΟΣ ΟΥΚ ΟΛΙΓΟΝ ΚΑΙ ΙΕΡΑ ΚΑΙ ΝΑΟΥΣ ΚΑΙ ΒΩΜΟΥΣ ΙΔΡΥΣΑΤΟ ΤΑ ΤΕ ΠΡΟΣΔΕΟΜΕΝΑ ΕΠΙΣΚΕΥΗΣ ΠΡΟΣΔΙΩΡΘΩΣΑΤΟ ΕΧΩΝ ΘΕΟΥ ΕΥΕΡΓΕΤΙΚΟΥ ΕΝ ΤΟΙΣ ΑΝΗΚΟΘΕΙΟΝ ΔΙΑΝΟΙΑΝ ΠΡΟΣΠΥΝΘΑΝΟΜΕΝΟΥΣ ΤΑ ΤΕ ΤΩΝ ΙΕΡΩΝ ΤΙΜΙΩΤΑΤΑ ΑΝΑΝΕΟΥΤΟ ΕΠΙ ΤΗΣ ΕΑΥΤΟΥ ΒΑΣΙΛΕΙΑΣ ΩΣ ΚΑΘΗΚΕΙ ΑΝΘ ΩΝ ΔΕΔΩΚΑΣΙΝ ΑΥΤΩΙ ΟΙ ΘΕΟΙ ΥΓΙΕΙΑΝ ΝΙΚΗΝ ΚΡΑΤΟΣ ΚΑΙ ΤΑ ΑΛΛ ΑΓΑΘ[Α …] ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΔΙΑΜΕΝΟΥΣΗΣ ΑΥΤΩΙ ΚΑΙ ΤΟΙΣ ΤΕΚΝΟΙΣ ΕΙΣ ΤΟΝ ΑΠΑΝΤΑ ΧΡΟΝΟΥ ΑΓΑΘΗΙ ΤΥΧΗΙ ΕΔΟΞΕΝ ΤΟΙΣ ΙΕΡΕΥΣΙ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΧΩΡΑΝ ΙΕΡΩΝ ΠΑΝΤΩΝ ΤΑ ΥΠΑΡΧΟΝΤΑ Τ[ …] ΤΩΙ ΑΙΩΝΟΒΙΩΙ ΒΑΣΙΛΕΙ ΠΤΟΛΕΜΑΙΩΙ ΗΓΑΠΗΜΕΝΩΙ ΥΠΟ ΤΟΥ ΦΘΑ ΘΕΩΙ ΕΠΙΦΑΝΕΙ ΕΥΧΑΡΙΣΤΩΙ ΟΜΟΙΩΣ ΔΕ ΚΑΙ ΤΑ ΤΩΝ ΓΟΝΕΩΝ ΑΥΤΟΝ ΘΕΩΝ ΦΙΛΟΠΑΤΟΡΩΝ ΚΑΙ ΤΑ ΤΩΝ ΠΡΟΓΟΝΩΝ ΘΕΩΝ ΕΥΕΡΓ[ΕΤΩΝ ΚΑΙ ΤΑ] ΤΩΝ ΘΕΩΝ ΑΔΕΛΦΩΝ ΚΑΙ ΤΑ ΤΩΝ ΘΕΩΝ ΣΩΤΗΡΩΝ ΕΠΑΥΞΗΝ ΜΕΓΑΛΩΣ ΣΤΗΣΑΙ ΔΕ ΤΟΥ ΑΙΩΝΟΒΙΟΥ ΒΑΣΙΛΕΩΣ ΠΤΟ[ΛΕ]ΜΑΙΟΥ ΘΕΟΥ ΕΠΙΦΑΝΟΥΣ ΕΥΧΑΡΙΣΤΟΥ ΕΙΚΟΝΑ ΕΝ ΕΚΑΣΤΩΙ ΙΕΡΩΙ ΕΝ ΤΩΙ ΕΠΙΦΑ[ΝΕΙΩΙ …] Η ΠΡΟΣΟΝΟΜΑΣΘΗΣΕΤΑΙ ΠΤΟΛΕΜΑΙΟΥ ΤΟΥ ΕΠΑΜΥΝΑΝΤΟΣ ΤΗΙ ΑΙΓΥΠΤΩΙ ΗΙ ΠΑΡΕΣΤΗΣΕΤΑΙ Ο ΚΥΡΙΩΤΑΤΟΣ ΘΕΟΣ ΤΟΥ ΙΕΡΟΥ ΔΙΔΟΥΣ ΑΥΤΩΙ ΟΠΛΟΝ ΝΙΚΗΤΙΚΟΝ Α ΕΣΤΑΙ ΚΑΤΕΣΚΕΥΑΣΜΕΝ[ΟΝ ΚΑΤΑ ΤΟΝ] ΤΡΟΠΟΝ ΚΑΙ ΤΟΥΣ ΙΕΡΕΙΣ ΘΕΡΑΠΕΥΕΙΝ ΤΑΣ ΕΙΚΟΝΑΣ ΤΡΙΣ ΤΗΣ ΗΜΕΡΑΣ ΚΑΙ ΠΑΡΑΤΙΘΕΝΑΙ ΑΥΤΑΙΣ ΙΕΡΟΝ ΚΟΣΜΟΝ ΚΑΙ Τ ΑΛΛΑ ΤΑ ΝΟΜΙΖΟΜΕΝΑ ΣΥΝΤΕΛΕΙΝ ΚΑΘ Α ΚΑΙ ΤΟΙΣ ΑΛΛΟΙΣ ΘΕΟΙΣ ΕΝ [ΤΩΙ ΑΙΓΥΠΤΩΙ ΚΑΙ ΤΑΙΣ ΠΑ] ΝΗΓΥΡΕΣΙΝ ΙΔΡΥΣΑΣΘΑΙ ΔΕ ΒΑΣΙΛΕΙ ΠΤΟΛΕΜΑΙΩΙ ΘΕΩΙ

Εικόνα: Η στήλη της Ροζέτας όπως εικάζουμε ότι πρέπει να ήταν κατά την αρχαιότητα.

ΕΠΙΦΑΝΕΙ ΕΥΧΑΡΙΣΤΩΙ ΤΩΙ ΕΚ ΒΑΣΙΛΕΩΣ ΠΤΟΛΕΜΑΙΟΥ ΚΑΙ ΒΑΣΙΛΙΣΣΗΣ ΑΡΣΙΝΟΗΣ ΘΕΩΝ ΦΙΛΟΠΑΤΟΡΩΝ ΞΟΑΝΟΝ ΤΕ ΚΑΙ ΝΑΟΝ ΧΡ[ΗΣΘΑΙ ΠΑΝΤΩΝ ΤΩΝ] ΙΕΡΩΝ ΚΑΙ ΚΑΘΙΔΡΥΣΑΙ ΕΝ ΤΟΙΣ ΑΔΥΝΑΤΟΙΣ ΜΕΤΑ ΤΩΝ ΑΛΛΩΝ ΝΑΩΝ ΚΑΙ ΕΝ ΤΑΙΣ ΜΕΓΑΛΑΙΣ ΠΑΝΗΓΥΡΕΣΙΝ ΕΝ ΑΙΣ ΕΞΟΔΕΙΑΙ ΤΩΝ ΝΑΩΝ ΓΙΝΟΝΤΑΙ ΚΑΙ ΤΟΝ ΤΟΥ ΘΕΟΥ ΕΠΙΦΑΝΟΥΣ ΕΥ[ΧΑΡΙΣΤΟΥ …] ΧΟΔΕΥΕΙΝ ΟΠΩΣ Δ ΕΥΣΗΜΟΣ ΗΙ ΝΥΝ ΤΕ ΚΑΙ ΕΙΣ ΤΟΝ ΕΠΕΙΤΑ ΧΡΟΝΟΝ ΕΠΙΚΕΙΣΘΑΙ ΤΩΙ ΝΑΩΙ ΤΑΣ ΤΟΥ ΒΑΣΙΛΕΥΣ ΧΡΥΣΑΣ ΒΑΣΙΛΕΙΑΣ ΔΕΚΑ ΑΙΣ ΠΡΟΣΚΕΙΣΕΤΑΙ ΑΣΠΙΣ [ …] ΤΩΝ ΑΣΠΙΔΟΕΙΡΔΩΝ ΒΑΣΙΛΕΩΝ ΤΩΝ ΕΠΙ ΤΩΝ ΑΛΛΩΝ ΝΑΩΝ ΕΣΤΑΙ Δ ΑΥΤΩΝ ΕΝ ΤΩΙ ΜΕΣΩΙ Η ΚΑΛΟΥΜΕΝΗ ΒΑΣΙΛΕΙΑ Ψ ΧΕΝΤ ΗΝ ΠΕΡΙΘΕΜΕΝΟΣ ΕΙΣΗΛΘΕΝ ΕΙΣ ΤΟ ΕΝ ΜΕΜΦΤΕΛΕΣΘΗΙ ΤΑ ΝΟΜΙΖΟΜΕΝΑ ΤΗΙ ΠΑΡΑΛΗΨΕΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΕΠΙΘΕΙΝΑΙ ΔΕ ΚΑΙ ΕΠΙ ΤΟΥ ΠΕΡΙ ΤΑΣ ΒΑΣΙΛΕΙΑΣ ΤΕΤΡΑΓΩΝΟΥ ΚΑΤΑ ΤΟ ΠΡΟΕΙΡΗΜΕΝΩΝ ΒΑΣΙΛΕΙΟΝ ΦΥΛΑΚΤΗΡΙΑ ΧΡ[ …]ΤΙ ΕΣΤΙΝ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΤΟΥ ΕΠΙΦΑΝΕΙ ΠΕΙΗΣΑΝΤΟΣ ΤΗΝ ΤΕ ΑΝΩ ΧΩΡΑΝ ΚΑΙ ΤΗΝ ΤΡΙΑΚΑΔΑ ΤΟΥΤΟΥ ΜΕΣΟΡΗΙ ΕΝ ΗΙ ΤΑ ΓΕΝΕΘΛΙΑ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΑΓΕΤΑΙ ΟΜΟΙΩΣ ΔΕ ΚΑΙ [] ΕΝ ΗΙ ΠΑΡΕΛΑΒΕΝ ΤΗΝ ΒΑΣΙΛΕΙΑΝ ΠΑΡΑ ΤΟΥ ΠΑΤΡΟΣ ΕΠΩΜΥΝΟΥΣ ΝΕΝΟΜΙΚΑΣΙΝ ΕΝ ΤΟΙΣ ΙΕΡΟΙΣ ΑΙ ΔΗ ΠΟΛΛΩΝ ΑΓΑΘΩΝ ΑΡΧΗΓΟΙ ΠΑΣΙΝ ΕΙΣΙΝ ΑΓΕΙΝ ΤΑΣ ΗΜΕΡΑΣ ΤΑΥΤΑΣ ΕΟΡΤ[ΗΝ ΕΝ ΤΟΙΣ ΕΙΣ ΤΗΝ ΑΙ]ΓΥΠΤΟΝ ΙΕΡΟΙΣ ΚΑΤΑ ΜΗΝΑ ΚΑΙ ΣΥΝΤΕΛΕΙΝ ΕΝ ΑΥΤΟΙΣ ΘΥΣΙΑΣ ΚΑΙ ΣΠΟΝΔΑΣ ΚΑΙ Τ ΑΛΛΑ ΤΑ ΝΟΜΙΖΟΜΕΝΑ ΚΑΘ Α ΚΑΙ ΕΝ ΤΑΙΣ ΑΛΛΑΙΣ ΠΑΝΗΓΥΡΕΣΙΝ ΤΑΣ ΤΕ ΓΙΝΟΜΕΝΑΣ ΠΡΟΘ[ΗΝΑΙ …]ΡΕΧΟΥΜΕΝΟΙΣ ΕΝ ΤΟΙΣ ΙΕΡΟΙΣ ΑΓΕΙΝ ΔΕ ΕΟΡΤΗΝ ΚΑΙ ΠΑΝΗΓΥΡΙΝ ΤΩΙ ΑΙΩΝΟΒΙΩΙ ΚΑΙ ΗΓΑΠΗΜΕΝΩΙ ΥΠΟ ΤΟΥ ΦΘΑ ΒΑΣΙΛΕΙ ΠΤΟΛΕΜΑΙΩΙ ΘΕΩΙ ΕΠΙΦΑΝΕΙ ΕΥΧΑΡΙΣΤΩΙ ΚΑΤ ΕΝΙ[ΑΥΤΟΝ …] ΧΩΡΑΝ ΑΠΟ ΤΗΣ ΝΟΥΜΗΝΙΑΣ ΤΟΥ ΘΩΥΘ ΕΦ ΗΜΕΡΑΣ ΠΕΝΤΕ ΕΝ ΑΙΣ ΚΑΙ ΣΤΕΦΑΝΗΦΟΡΗΣΟΥΣΙΝ ΣΥΝΤΕΛΟΥΝΤΕΣ ΘΥΣΙΑΣ ΚΑΙ ΣΠΟΝΔΑΣ ΚΑΙ Τ ΑΛΛΑ ΤΑ ΚΑΘΗΚΟΝΤΑ ΠΡΟΣΑΓΟΡΕ[ …] ΚΑΙ ΤΟΥ ΘΕΟΥ ΕΠΙΦΑΝΟΥΣ ΕΥΧΑΡΙΣΤΟΥ ΙΕΡΕΙΣ ΠΡΟΣ ΤΟΙΣ ΑΛΛΟΙΣ ΟΝΟΜΑΣΙΝ ΤΩΝ ΘΕΩΝ ΩΝ ΙΕΡΑΤΕΥΟΥΣΙ ΚΑΙ ΚΑΤΑΧΩΡΙΣΑΙ ΕΙΣ ΠΑΝΤΑΣ ΤΟΥΣ ΧΡΗΜΑΤΙΣΜΟΥΣ ΚΑΙ ΕΙΣ ΤΟΥ Δ[ …] ΙΕΡΑΤΕΙΑΝ ΑΟΥΤΟΥ ΕΞΕΙΝΑΙ ΔΕ ΚΑΙ ΤΟΙΣ ΑΛΛΟΙΣ ΙΔΙΩΤΑΙΣ ΑΓΕΙΝ ΤΗΝ ΕΟΡΤΗΝ ΚΑΙ ΤΟΝ ΠΡΟΕΙΡΗΜΕΝΟΝ ΝΑΟΝ ΙΔΡΥΕΣΘΑΙ ΚΑΙ ΕΧΕΙΝ ΠΑΡ ΑΥΤΟΙΣ ΣΥΝΤΕΛΟΥ[ΜΕΝΟΙΣ …][ …]ΙΣ ΚΑΤ ΕΝΙΑΥΤΟΝ ΟΠΩΣ ΓΝΩΡΙΜΟΝ ΗΙ ΔΙΟΤΙ ΟΙ ΕΝ ΑΙΓΥΠΤΩΙ ΕΥΞΟΥΣΙ ΚΑΙ ΤΙΜΩΣΙ ΤΟΝ ΘΕΟΝ ΕΠΙΦΑΝΗ ΕΥΧΑΡΙΣΤΟΝ ΒΑΣΙΛΕΑ ΚΑΘΑΠΕΡ ΝΟΜΙΜΟΝ ΕΣΤΙΝ [ …][ …]ΤΕΡΟΥ ΛΙΘΟΥ ΤΟΙΣ ΤΕ ΙΕΡΟΙΣ ΚΑΙ ΕΓΧΩΡΙΟΙΣ ΚΑΙ ΕΛΛΗΝΙΚΟΙΣ ΓΡΑΜΜΑΣΙΝ ΚΑΙ ΣΤΗΣΑΙ ΕΝ ΕΚΑΣΤΩΙ ΤΩΝ ΤΕ ΠΡΩΤΩΝ ΚΑΙ ΔΕΥΤΕΡΩ[Ν ΤΑΞΕΩΝ ΙΕΡΩΙ …]

Πηγές:

  • Jan Assmann & Andrew Jenkins, «The Mind of Egypt: history and meaning in the time of the Pharaohs».
  • Lesley Adkins & R. A. Adkins, «The Keys of Egypt: the obsession to decipher Egyptian hieroglyphs».
  • A. Wallis Budge, «The Mummy: chapters on Egyptian funereal archaeology».
  • A. Wallis Budge, «The Decrees of Memphis and Canopus».
  • A. Wallis Budge, «The Rosetta Stone».
  • R. Bevan, «The House of Ptolemy».

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected! Copyright @2020 Ιστορικές Μνήμες. All Rights Reserved.